Translate

Τρίτη, 20 Μαΐου 2014

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΝ «ΕΛΕΥΘΕΡΩΤΡΙΑΝ»



ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΝ «ΕΛΕΥΘΕΡΩΤΡΙΑΝ»

 

Ὁ Ἱερεύς·

 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάριστον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

 

Ὁ χορός· Ἀμὴν

 

Ὁ ἀναγνώστης  ΨΑΛΜΟΣ ῬΜΒ´ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.

Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.

Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.

Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.

Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπὸν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.

Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου.

Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.

Ἐν τῇ δικαιοσύνῃ σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλὸς σου εἰμί.

Καὶ πάλιν·

Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου, καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου (δις).

Εἶτα

Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.

 

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ἀλληλούϊα, (γ´) Δόξα σοι ὁ Θεός.

Ἀλληλούϊα (γ´) Δόξα σοι ὁ Θεός.

Ἀλληλούϊα (γ´) Δόξα σοι ὁ Θεός. Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

 

Εἶτα ὁ Χορός·

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Ἀπολυτίκιον τῆς Παναγίας τῆς Ἐλευθερωτρίας.

Ἦχος α´.

Εἰκόνα σου ἁγίαν, Ἐλευθερώτριαν Ἄχραντε, νῦν πανευλαβῶς προσκυνοῦντες, γεραίρομεν, Παρθένε· ἐπέστη γὰρ σκέπη πρὸς ἡμᾶς, βραβεύουσα θαυμάτων προχοήν.

 Ἐκ παντοίων κινδύνων, καὶ νόσων ἡμᾶς ἀπαλλάττουσα εὐχαρίστως βοῶμεν.

Δόξα τῷ σὲ δοξάσαντι Θεῷ, δόξα τῷ σὲ μεγαλύναντι, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

 

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.

 

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοὺς προσιόντας τῇ θερμῇ σου πρεσβείᾳ καὶ προσκυνοῦντας τὴν σεπτήν σου Εἰκόνα, πανευλαβῶς Ἁγνὴ Ἐλευθερώτρια, πάσης ἐλευθέρωσον ἀπειλῆς καὶ ἀνάγκης, καὶ παθῶν καὶ θλίψεων, καὶ δεινῶν νοσημάτων, καὶ εἰρηναίαν δώρησαι ζωήν, ὡς τῆς εἰρήνης τεκοῦσα τὸν ἄρχοντα.

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

 

Ὁ Ἀναγνώστης   ΨΑΛΜΟΣ Ν´ (50)

 

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημὰ μου.

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιὸν μού ἐστι διὰ παντός.

Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

Ῥαντιεῖς με, ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδοὺς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.

Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησον ἡμᾶς ὁ Θεός.

 

Ὁ Χορός·    Ὁ Κανὼν   «Ἐλευθέρωσον παθῶν με Κόρη. Γερασίμου».

ᾨδή´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐλεύθερον βίον πάσης ὀργῆς, καὶ πάσης ἀνάγκης, καὶ ἀμέτοχον συμφορῶν, ἡμᾶς καταξίωσον ἀνύειν, Ἐλευθερώτρια Κόρη Πανάχραντε.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λαμπάδα ἀνέδειξας μυστικήν, τῆς σῆς προμηθείας, τὴν Εἰκόνα σου τὴν σεπτήν, τοῖς ἐκδεχομένοις τὴν σὴν χάριν, Ἐλευθερώτρια Κόρη, Πανάχραντε.

 

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.

Ἐλέους τεκοῦσα τὸν χορηγόν, ἐλέησον Κόρη, τοῖς πλουσίοις σου οἰκτιρμοῖς, τοὺς τὴν σὴν ἀντίληψιν αἰτοῦντας, Ἐλευθερώτρια κόρη, Πανάχραντε.

 

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὑμνοῦσι τὴν θείαν σου ἀρωγήν, τῆς σῆς προμηθείας, ἡμῖν δίδου τὰς δωρεάς, καὶ σῷζε ἡμᾶς ἐκ πάσης βλάβης, Ἐλευθερώτρια Κόρη Πανάχραντε.

 

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θλιβερῶν συμπτωμάτων, καὶ χαλεπῶν θλίψεων, καὶ ἐπηρειῶν ὀλεθρίων, ἡμᾶς ἀπάλλαξον, τοῦ πολεμήτορος, Ἐλευθερώτρια Κόρη, τοὺς θερμῶς προστρέχοντας, τῇ προστασίᾳ σου.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐπιτόκοις γυναίοις, ὡς συμπαθὴς βράβευε, τὴν ἐλευθερίαν Παρθένε, ἡνίκα τίκτουσι, πρὸς σὲ γὰρ σπεύδουσιν, Ἐλευθερώτρια Κόρη, τὸ σεπτόν σου ὄνομα ἐπικαλούμεναι.

 

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.

Ῥεῖθρον ἄυλον θεῖον, ὡς ἀληθῶς πρόεισιν, ἐκ τῆς σῆς ἁγίας Εἰκόνος, Ἐλευθερώτρια, δροσίζον πάντοτε, καὶ γλυκερῶς ἀναψῦχον, τοὺς πυρὶ τῶν θλίψεων, δεινῶς ἐκλείποντας.

 

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠρυόμενον σφόδρα, νῦν καθ᾿ ἡμῶν σύντριψον, τῇ σῇ κραταιᾷ προστασίᾳ, ἐχθρὸν τὸν δόλιον, Ἐλευθερώτρια, καὶ ἐν εἰρήνῃ τελείᾳ, τὴν ζωὴν κυβέρνησον, ἡμῶν δεόμεθα.

 

Διάσωσον… Ἐλευθερώτρια Κόρη Θεογεννῆτορ, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ χάριτί σου.

 

Επίβλεψον…. ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Ὁ Ἱερεύς·

Ἐλέησον ἡμᾶς, ὁ Θεός....

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

 

Ὅτι ἐλεήμων...

 

Ἀμήν.

 

Ὁ Χορὸς  Ἦχος β´. Πρεσβεία θερμή.

 

Πρεσβείαν τὴν σήν, ὡς ὀχυρὸν προπύργιον, πλουτοῦντες, Ἁγνὴ παντοίων ἐπιθέσεων, ἀεὶ ἐλευθερούμεθα, τοῦ δολίου ἐχθροῦ καὶ ἀλάστορος, καὶ εὐφροσύνης καὶ θείας χαρᾶς, πληρούμεθα μόνη Παντευλόγητε.

 

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Συνεχόμενοι θλίψεσι, πρὸς τὴν σὴν ἀντίληψιν καταφεύγομεν, καὶ λυτρούμεθα Πανάχραντε, τῶν κατὰ τὸν βίον περιστάσεων.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὀδυνῶν ἐλευθέρωσον, τῶν κατὰ ψυχὴν καὶ σῶμα Πανάμωμε, ὡς ἡμῶν Ἐλευθερώτρια, τοὺς τὰ μεγαλεῖά σου δοξάζοντας.

 

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.

Νόσων σβέσον τὸν καύσωνα, καὶ ὑγείας δρόσον ἡμῖν ἐπόμβρησον, μητρικῇ σου ἀγαθότητι, τοῖς σὲ μεγαλύνουσι Πανάμωμε.

 

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Πάσης βλάβης ἐκλύτρωσαι, πάσης μαγγανείας, πάσης φαυλότητος, Θεοτόκε ἀειπάρθενε, τοὺς Ἐλευθερώτριαν πλουτοῦντάς σε.

 

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἅπας εὐσεβής, τῷ ναῷ σου σπεύδει, Πάναγνε, καὶ λαμβάνει τὰς αἰτήσεις συμπαθῶς· σὺ γὰρ πάντας ἐλεεῖς, Ἐλευθερώτρια.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεῖον θησαυρόν, τὴν Εἰκόνα σου κατέχοντες, ἐξ αὐτῆς ἁγιασμοῦ τὰς δωρεάς, δαψιλῶς Ἐλευθερώτρια λαμβάνομεν.

 

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.

Ὡς τῶν ἀγαθῶν, τῶν κρειττόνων ἡμῖν πρόξενος, ἀγαθύνεις μητρικοῖς σου οἰκτιρμοῖς, τοὺς κατώδυνον ζωὴν Κόρη ἀνύοντας.

 

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Νᾶμα γλυκερόν, οὐρανίου παρακλήσεως, τοῖς ἐν θλίψεσι στενάζουσι πικρῶς, συμπαθῶς, Ἐλευθερώτρια, ἐπόμβρησον.

 

ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μαγείας καὶ χαλεπῆς μαγγανείας, καὶ ποικίλων τοῦ Βελίαρ σκανδάλων, Ἐλευθερώτρια Πάναγνε Κόρη, καὶ βασκανίας δεινῆς ἐλευθέρωσον, τοὺς ἀφορῶντας ἀκλινῶς, πρὸς τὴν σὴν ὀξυτάτην βοήθειαν.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐν πίστει τῷ σῷ ναῷ προσιόντες, καθ᾿ ἑκάστην Θεοτόκε ἡμέραν, ἀπὸ βαθέων ψυχῆς σοι βοῶμεν. Ἀσθενειῶν καὶ παντοίων στενώσεων, ἐλεύθερον καὶ ἀσινῆ, ἡμῶν τήρει τὸν βίον δεόμεθα.

 

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.

Κυούσαις Κόρη ῥᾳστώνην παρέχεις, καὶ νοσοῦσι θεραπείαν καὶ ῥῶσιν, καὶ θλιβομένοις ἀνάψυξιν θείαν, καὶ αἰχμαλώτοις ταχεῖαν ἐκλύτρωσιν· Ἐλευθερώτριαν διό, πᾶς πιστὸς σὲ κηρύττει καὶ σῴζεται.

 

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὀδύνης ,τῆς χαλεπῶς πιεζούσης, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ δαπανώσης οἰκτρῶς μου τὸ σῶμα, τῇ σωστικῇ σου θεράπευσον χάριτι, θεοχαρίτωτε Ἁγνή, καὶ δεινῆς ἀθυμίας με λύτρωσαι.

 

Διάσωσον, Ἐλευθερώτρια Κόρη, Θεογεννῆτορ, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ χάριτί σου.

 

Ἄχραντε ,ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Ὁ Ἱερεύς·

 

Ἐλέησον ἡμᾶς, ὁ Θεός....

 

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

 

Ὅτι ἐλεήμων...

 

Ἀμήν.

 

Ὁ Χορός·

 

Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.

 

Τῇ προστασίᾳ σου Κόρη προστρέχοντες, ἐλευθερούμεθα πάσης κακώσεως· διό σου τὴν χάριν κηρύττομεν, Ἐλευθερώτριαν πίστει καλοῦντές σε. Σὺ γὰρ ἡμῶν καταφύγιον.

 

Ἀντίφωνα τῶν Ἀναβαθμῶν δ´ Ἤχου

Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ με πάθη· ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (Δὶς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (Δὶς)

 

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.

 

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ Τριαδικῇ μονάδι, ἱεροκρυφίως.

 

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

 

Καὶ εὐθὺς τὸ Προκείμενον.

Μνησθήσομαι τοῦ ὀνόματὸς σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχ.    Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ Πατρὸς σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

 

Στίχ.    Τὸ πρόσωπόν σου λιτανεύσουσι οἱ πλούσιοι τοῦ λαοῦ σου.

Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.

 

Ὁ Ἱερεύς·

 

Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

 

Ὁ Χορός· Κύριε ἐλέησον. (Τρὶς χῦμα)

 

Ὁ Ἱερεύς·

 

Σοφία. Ὀρθοὶ ἀκούσωμεν τοῦ Ἁγίου Εὐαγγελίου.

 

Εἰρήνῃ πᾶσι.

 

Ὁ Χορός· Καὶ τῷ Πνεύματὶ σου.

 

Ὁ Ἱερεὺς

 

Ἐκ τοῦ κατὰ Λουκᾶν Ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα,

 

Πρόσχωμεν.

 

Ὁ Χορός· Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.

Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν·

Εὐλογημένη σὺν ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.

Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς μέ;

 Ἰδοὺ γάρ, ὡς ἐγένετο, ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου.

Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.

Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὑτοῦ.

Ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί, ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομὰ αὐτοῦ.

 Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὑτῆς.

 

Ὁ Χορός· Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.

 

Ταῖς τῆς Θεοτόκου, πρεσβείες, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

 

Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...

 

Σκέπην καὶ βοήθειαν, καὶ ἀῤῥαγῆ προστασίαν, καὶ Ἐλευθερώτριαν, ἐν παντὶ τῷ βίῳ σε, Κόρη ἔχοντες πολλαπλῶν θλίψεων, καὶ ἀσθενημάτων, καὶ σκανδάλων τῶν τοῦ ὄφεως, καὶ πάσης Δέσποινα, ἄλλης συμφορᾶς τε καὶ μάστιγος, ταχέως ἐκλυτρούμεθα, τῇ σῇ ἀρωγῇ καὶ χρηστότητι· ὅθεν μὴ ἐλλείπῃς, παρέχειν σου τὴν χάριν συμπαθῶς, τοῖς πρὸς τὴν σὴν ἀγαθότητα, Κόρη, ἀτενίζουσιν.

 

Ὁ Ἱερεύς·

 

Σῶσον ὁ Θεὸς τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· τοῦ ἐν ἁγίοις, Πατρὸς ἡμῶν Νικολάου ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας, τοῦ θαυματουργοῦ· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· του νεοφανούς Αγίου Φανουρίου του θαυματουργού,τοῦ ἁγίου (τοῦ Ναοῦ καὶ τῆς ἡμέρας), καὶ πάντων σου τῶν ἁγίων· ἱκετεύομέν σε, μόνε, Πολυέλεε Κύριε· ἐπάκουσον ἡμπων τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

 

Ὁ Χορός·

 

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον. (ιβ´)

 

Ὁ Ἱερεύς·

 

Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ Χορός· Ἀμήν.

 

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥῶσιν σώματος δίδου, καὶ ψυχῆς θεραπείαν Ἐλευθερώτρια, τοῖς πίστει ἀδιστάκτω, τῷ θείῳ σου τεμένει, προσιοῦσι καὶ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἡλιόμορφε Κόρη, ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα, φωτὶ τῶν πρεσβειῶν σου, τὸ σκότος τῶν παθῶν μου, διασκέδασον δέομαι, ἵνα ὑμνῶ σου ἀεί, τὰ θεῖα μεγαλεῖα.

 

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.

Γαυριώντων ἀνθρώπων, καθ᾿ ἡμῶν ἐπινοίᾳ τῇ τοῦ ἀλάστορος, βουλὰς τὰς ὀλεθρίους, ματαίωσον Παρθένε, καὶ εἰς ἓν ἡμᾶς σύναψον, τὰ αἴσια ἐν Χριστῷ, φρονοῦντας καὶ τελοῦντας.

 

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἐλευθέρωσον πάσης, τοῦ ἐχθροῦ δυσβουλίας καὶ ἐπιθέσεως, ἡμᾶς τοὺς ἐκ καρδίας, τὸ θεῖον ὄνομά σου, εἰς βοήθειαν κράζοντας, ἐν πάσῃ ὥρᾳ Ἁγνή, καὶ πάῃ ῥοπῇ βίου.

 

ᾨδὴ η´. Τὸν Βασιλέα.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥῦσαί με Κόρη, τῶν ἐπελθόντων μοι πόνων, καὶ ἐξάγαγε δεινῆς με δυσχερείας, τῆς κατατρυχούσης, τὴν ταπεινὴν ψυχήν μου.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Αἴγλῃ ἀΰλῳ, ἐπισκοπῆς σου τῆς θείας, παραμύθησαι τὴν θλῖψιν τῆς ψυχῆς μου, ἵνα σὲ δοξάζω, Ὑπερδεδοξασμένη.

 

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.

Σὲ σωτηρίαν, Ἐλευθερώτρια Κόρη, ὡς πλουτήσαντς ἐν τῷ παρόντι βίῳ, τὰς τῆς ἀρωγῆς σου, κηρύττομεν ἐκφάνσεις.

 

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἴδε εὐσπλάγχνως, Ἐλευθερώτρια Κόρη, τοὺς προστρέχοντας τῇ θείᾳ σου Εἰκόνι, καὶ παράσχου πᾶσιν, αἰτήσεων τὸ πέρας.

 

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μεγάλων δωρημάτων, παρὰ σοῦ τρυφῶντες, Ἐλευθερώτρια Κόρη ἑκάστοτε, τὴν πρὸς ἡμᾶς σου χρηστότητα μεγαλύνομεν.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ πόνοις καὶ ἀνάγκαις, στένοντες ἀθλιως, τῇ χάριτί σου πιστῶς καταφεύγουσιν, Ἐλευθερώτρια Κόρη καὶ διασώζονται.

 

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.

Ὑψίστου Θεοῦ, Μῆτερ, πάσης ἐπηρείας, τῆς τοῦ ἐχθροῦ μου ἐλεύθερον φύλαττε, Ἐλευθερώτρια Κόρη τὸν σὲ δοξάζοντα.

 

Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὑμνοῦμεν τῆς πολλῆς σου, πρὸς ἡμᾶς εὐνοίας, Ἐλευθερώτρια Κόρη ἐκδήλωσιν, ὅτι ἡμᾶς περισκέπεις καὶ σώζεις πάντοτε.

 

Μεγαλυνάρια.

 

Ὁ Ἱερεύς·

 

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

 

Ὁ Χορός·

 

Τὴν Παντοβασίλισσαν Μαριάμ, τὴν ἐλευθεροῦσαν, ἀπὸ πάσης ἡμᾶς ὀργῆς, καὶ πρὸς βασιλείαν, εἰσάγουσαν τὴν ἄνω, τὴν μόνην Θεοτόκον ὕμνοις τιμήσωμεν.

 

Τῇ ἐπισκιάσει σου τῇ σεπτῇ, ὄντως ὡραιώθη, ἡ Εἰκών σου ἡ θαυμαστή, καὶ ἐλευθερίαν, δεινῶν ἀεὶ παρέχει, τοῖς ταύτῃ προσιοῦσιν Ἐλευθερώτρια.

 

Τοὺς μαστιζομένους ὑπὸ παθῶν, καὶ συνεχομένους, ἀσθενείας ὀδυνηραῖς, Κόρη Παναγία, τῇ σῇ, ἐπιστασίᾳ, ὡς Μήτηρ εὐσπλαγχνίας, ἀπελευθέρωσον.

 

Ἐλευθερωτρίας τῇ θαυμαστῇ, καὶ σεπτῇ Εἰκόνι, καταφύγωμεν οἱ πιστοί, ἵνα λυτρωθῶμεν, τῶν λυπηρῶν τοῦ βίου, καὶ θείας πληρωθῶμεν ἀγαλλιάσεως.

 

Ἅπαντας τοὺς πίστει εἰλικρινεῖ, προστρέχοντας Κόρη, τῇ θερμῇ σου ἐπισκοπῇ, ἀβλαβεῖς συντήρει, ἐκ πάσης ἐπηρείας, ὡς εὐσεβῶν Παρθένε Ἐλευθερώτρια.

 

Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή· χαῖρε τεθλιμμένων, ἡ γλυκεῖα ἀναψυχή· χαῖρε αἰχμαλώτων, ἡ λύτρωσις Παρθένε, καὶ τῶν πασχόντων χαῖρε Ἐλευθερώτρια.

 

Δεῦτε Ὀρθοδόξων αἱ στρατιαί, ἄχραντον Παρθένον και Ὑπέρμαχον Στρατηγόν, ὑμνήσωμεν Μαρίαν τὴν κεχαριτωμένην, καὶ πάντων ἐν κινδύνοις Ἐλευθερώτριαν.

 

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσεωμν.

 

Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή· πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.

 

Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις ἀναξίων σῶν οἰκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ τοῦ τεχθέντα· ὦ Δέσποινα τοῦ κόσμου, γενοῦ μεσίτρια.

 

Ψάλλομεν προθύμως σοὶ τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς· μετὰ τοῦ Προδρόμου καὶ πάντων τῶν ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

 

Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων τὴν Εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν ὑπὸ τοῦ Ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.

 

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

 

Ὁ Ἀναγνώστης·

Εἰς πολλὰ ἔτη

 

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρις).

 

Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰῶνων. Ἀμήν.

 

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

 

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

 

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημὰ σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

 

Ὁ Ἱερεύς·

 

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ Χορός· Ἀμήν.

 

Ἀπολυτίκιον τῆς ἡμέρας...

 

Ὁ Ἱερεύς·

Ἐκτενὴς

 

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

 

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

 

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

 

Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν καὶ τοῦ φιλοχρίστου ἡμῶν στρατοῦ.

 

Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἱεροῦ Προσκυνήματος τούτου, τῆς πόλεως, τῆς ἐνορίας, πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς.

 

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης.

 

Ἔτι δεόμεθα καὶ ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν παρακολουθούντων τὴν τέλεσιν τῆς ἱερᾶς παρακλήσεως ταύτης μετὰ τῶν οἰκείων αὐτῶν καὶ τῶν δι᾿ εὐλόγους αἰτίας ἀπολειφθέντων ἀδελφῶν ἡμῶν. Ὑγείας βοηθείας ὑπὲρ αὐτῶν εἴπομεν.

 

Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ, ὀρθοδόξων.

 

Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτω ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

 

Ἔτι δεόμεθα καὶ ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἐν ταῖς διακονίαις ὄντων καὶ πάντων τῶν διακονούντων καὶ διακονησάντων ἐν τῷ ἱερῷ Προσκυνήματι τούτῳ.

 

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν ταύτην καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ᾿ ἡμῶν κινουμένην καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς καὶ ἐλεῆσαι ἡμᾶς.

 

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς.

 

Ὁ χορὸς μεθ᾿ ἑκάστην αἴτησιν· Κύριε ἐλέησον (γ´).

 

Ὁ Ἱερεύς·

 

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐλέησον ἡμᾶς· ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ χορός. Ἀμήν.

 

Ὁ Ἱερεὺς εὐλογῶν· Εἰρήνη πᾶσι.

 

Ὁ χορός· Καὶ τῷ πνεύματὶ σου.

 

Ὁ Ἱερεύς· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

 

Ὁ χορός. Σοὶ Κύριε.

 

Ἀπόλυσις

 

Ὁ Ἱερεύς·

 

Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

 

Ὁ Ἀναγνώστης·

 

Δόξα, καὶ νῦν, Κύριε, ἐλέησον (γ´), Πάτερ ἅγιε, εὐλόγησον.

 

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, τῆς καὶ Ἐλευθερωτρίας ἐπονομαζομένης, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν, (τοῦ ἁγίου τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὠς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

 

Ὁ χορός· ...

 

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

 

Πάντας τοὺς τὴν θείαν καὶ σεπτήν, κατασπαζομένους Εἰκόνα, τὴν σὴν Πανύμνητε, ἥνπερ ὀνομάζομεν Ἐλευθερώτριαν, πειρασμῶν ἐλευθέρωσον, καὶ νόσων παντοίων, καὶ πταισμάτων αἴτησαι, ἡμῖν τὴν ἄφεσιν, ἵνα μεγαλύνωμεν πάντες, τὰ σὰ μεγαλεῖα Παρθένε, καὶ τὴν πρὸς ἡμᾶς κηδεμονίαν σου.

 

Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν. Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοὶ προσπίπτομεν· ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους σου.

 

Ὅμοιον.

 

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις· Ἄχραντε, σπεῦσον, δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σου.

 

Ἦχος πλ. δ´.

 

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Ἦχος β´.

 

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Καὶ ἀμέσως τὸ Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν... Ἀμήν.

 

Ἀπολυτίκιον τῆς Παναγίας τῆς Ἐλευθερωτρίας.

 

Ἦχος α´.

 

Εἰκόνα σου ἁγίαν, Ἐλευθερώτριαν Ἄχραντε, νῦν πανευλαβῶς προσκυνοῦντες, γεραίρομεν, Παρθένε· ἐπέστη γὰρ σκέπη πρὸς ἡμᾶς, βραβεύουσα θαυμάτων προχοήν. Ἐκ παντοίων κινδύνων, καὶ νόσων ἡμᾶς ἀπαλλάττουσα εὐχαρίστως βοῶμεν. Δόξα τῷ σὲ δοξάσαντι Θεῷ, δόξα τῷ σὲ μεγαλύναντι, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

 

Μεγαλυνάριον.

 

Δέξαι μου τοὺς ὕμνους ὦ Μαριάμ, καὶ τοὺς δακρυῤῥόους στεναγμούς μου Μῆτερ Ἁγνή, ὦ Ἐλευθερώτρια Κόρη, ἐκ θλίψεως παντοίας, σὺ ἐλευθέρωσον.

 

Ἀμήν.