Translate

Τρίτη, 25 Ιουλίου 2017

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΑΣ ΠΑΡΑΣΚΕΥΗΣ



Ευλογήσαντος του Ιερέως.
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε· νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν, καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἡμῖν, καί καθάριστον ἡμᾶς ἀπό πάσης κηλῖδος καί σῷσον, Ἀγαθέ, τάς ψυχάς ἡμῶν.
Ψαλμός ρμβ΄ (142)
 Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.
Καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος, καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρός σέ τάς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου.
Μή ἀποστρέψῃς τό πρόσωπόν σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστόν ποίησόν μοι τό πρωΐ τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρός σέ ᾖρα τήν ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρός σέ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ σου, ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου.
Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμί.

 Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου, καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου (δις).
Τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι.  Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἀλληλούϊα, (γ΄) Δόξα σοι ὁ Θεός.
Ἀλληλούϊα (γ΄) Δόξα σοι ὁ Θεός.
Ἀλληλούϊα (γ΄) Δόξα σοι ὁ Θεός. Ἡ ἐλπίς ἡμῶν, Κύριε, δόξα σοι.

 Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β΄. Πάντα τά ἔθνη ἐκύκλωσάν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ήχος δ’ ( ο υψωθείς εν τω Σταυρώ)
Ευαρεστήσασα Θεώ, Αθλοφόρε, και πειρασθείσα ως χρυσός εν καμίνω, Παρασκευή πανένδοξε, βασάνων πειρασμοίς, θαύματα πηγάζεις νυν, και νοσήματα παύεις, και τον υπεράγαθον του Θεού Θεόν Λόγον, υπέρ ημών αεί εκδυσωπείς, όπως αυτού των δωρεών επιτύχωμεν.           

Δόξα πατρί….   «Απολυτίκον»
Ήχος α’  (Της ερήμου πολίτης)  
Την σπουδήν σου τη κλήσει κατάλληλον, εργασαμένη φερώνυμε, την ομώνυμον σου Πίστην εις κατοικίαν κεκλήρωσαι, Παρασκευή Αθληφόρε, όθεν προχέεις ιάματα, και πρεσβεύεις υπέρ των ψυχών ημών.
Και νύν  «Θεοτοκίον»
Ου σιωπήσομεν,  ποτέ,  Θεοτόκε, τας δυναστείας Σου λαλείν οι ανάξιοι, εί μη γαρ Συ προίστασο πρεσβέβουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων: Τις δε διεφύλαξεν εως νύν ελευθέρους: Ούκ αποστώμεν,  Δέσποινα , εκ Σου, σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών. 
Ψαλμός Ν΄ (50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσ¬σησέ με ἡ μήτηρ μου.
Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ραντιεῖς με, ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλ¬λιά¬σονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου, καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ.
 Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι.
Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου.
Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου.
 Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιών, καί οἰκοδομηθήτω τά τείχη  Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους, καί ἐλέησον ἡμᾶς ὁ Θεός.

Είτα ο κανών ου η ακροστιχίς.
Θεράπον  δίδου μοι θεραπείαν. Γερασίμου.
«Υγράν διοδεύσας….»

Αγία του Θεού πρέσβευε υπέρ ημών
Υμνών σου την μνήμην παρακαλώ, ένδοξε Παρθένε, των πταισμάτων μου τας σειράς, διάρρηξον τάχος ταις προς Κτίστην, τον Πανοικτίρμονα πρεσβείαις σου.                                                                                                                            

Αγία του Θεού πρέσβευε υπέρ ημών
Μεγίστη η δύναμις, ην Σεμνή, έλαβες αξίως, εκ Θεού του θαυματουργείν, ταύτην ουν χρωμένη ήδη παύσον, τα πολυχρόνια πάθη μου δέομαι.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Νομίμως αθλήσασα επί γής, Παρασκευή Μάρτυς και το στέφος εν Ουρανώ, σης απολαβούσα καρτερίας, υπέρ ημών τον Σωτήρα ικέτευε.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Όμματι, Πανάσπιλε, επ’ μοί, ιλέω σου βλέψον, και ιάτρευσον τα δεινά, του σώματος πάθη και τας νόσους, αποσκοράκισον θείαις πρεσβείες σου.

Ωδή γ’  «Συ εί το στερέωμα»
Αγία του Θεού πρέσβευε υπέρ ημών
Ισχύι του Πνεύματος, του Παναγίου ημάς ελέησον, Παρασκευή, και νόσων παντοίων, σαις λιταίς ελευθέρωσον.

Αγία του Θεού πρέσβευε υπέρ ημών
Σώσον ταίς πρεσβείαις σου, Παρασκευή πανακήρατε, πάντας ημάς, τους σε ανυμνούντας, και ευφήμως γεραίροντας.
Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Γενού μοι, Πολύαθλε, τω τεθλιμμένω προστάτις σύντονος, και εκ παθών, και κινδύνων ρύσαι, ταις ευχαίς σου και θλίψεων.
Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Εξελού, Πανάχραντε, νόσων δεινών με και θλίψεων, των αφειδώς, καταπιεζόντων, τον σον δούλον εκάστοτε.
Ὁ Ἱερεύς·
 Αἴτησις παρά τοῦ ἱερέως καί τό Κάθισμα.
Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος Σου, δεόμεθα Σου, επάκουσον και ελέησον.
Κύριε ελέησον (3)
Έτι δεόμεθα υπέρ του  Πατρός και Αρχιεπισκόπου ημών (δεινός) και πάσης της εν Χριστώ ημών αδελφότητος.
Κύριε ελέησον (3)
Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως , αφέσεως των αμαρτιών, πλήρης ιάσεως από κάθε ασθένειαν, ψυχικήν,πνευματική ή σωματικήν, πλήρης καθάρσεως και ελευθέρωσην από κάθε μορφήν κακού, γενομένον από ανθρώπων ή αοράτων δυνάμεων από   των δούλων του Θεού, [ονόματα]  και πάντων των παρακολουθούντων την αγίαν παράκλησην  ταύτην και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον. 
Κύριε ελέησον (3)
Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Αμήν.

Ωδή δ’  «Εισακήκοα Κύριε»
Αγία του Θεού πρέσβευε υπέρ ημών
Ρώμην δίδου μου, Πάνσεμνε, κατά τε δαιμόνων και ολεθρίων παθών, και τον σάλον των πταισμάτων μου, ιεραίς λιταίς σου καταπράυνον.

Αγία του Θεού πρέσβευε υπέρ ημών
Αγαπήσα Κύριον, και στεφάνους δόξης κομίσασα, υπέρ πάντων καθικέτευε, των πιστώς τιμώντων σε, Πανεύφημε.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Ικεσίας μου πρόσδεξαι, ώ Παρασκευή Παρθένε, πολύαθλε, και παθών μου την σκοτόμαιναν, σου θερμαίς πρεσβείαις αποδίωξον.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Ρύσαι, Κόρη Πανάμωμε, η Θεόν ασπόρως κυήσασα, τον σον δούλον κινδυνεύοντα, καταποντισθήναι με τοις πταίσμασιν.


    Ωδή ε’  «Φώτισον ημάς»

Αγία του Θεού πρέσβευε υπέρ ημών
Ως περ Συ, Σεμνή, εις Νυμφώνα τον Ουράνιον, αυγάζη ταις ενθέοις μαρμαρυγαίς, ούτω σους δούλους, δόξης θείας καταξίωσον.

Αγία του Θεού πρέσβευε υπέρ ημών
Σου εν τω ναώ, προσελθόντας τους οικέτας σου, ω Παρασκευή ελευθέρωσον, εκ νοσημάτων, ταις ευχαίς σου και κακώσεων.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Έρωτι Θεού, την ψυχήν πλήξον δέομαι, Παρασκευή, θείαις πρεσβείαις σου, και των παθών μου, την αχλύν νυν εξαφάνισον.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Πάναγνε ημείς, κεκτημένοι σε βοήθειαν, σκέπην και βεβαίαν αντίληψην, παντός κινδύνου, δια σου αει ρυσθείημεν.

Ὁ Ἱερεύς·
 Αἴτησις παρά τοῦ ἱερέως καί τό Κάθισμα.
Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος Σου, δεόμεθα Σου, επάκουσον και ελέησον.
Κύριε ελέησον (3)
Έτι δεόμεθα υπέρ του  Πατρός και Αρχιεπισκόπου ημών (δεινός) και πάσης της εν Χριστώ ημών αδελφότητος.
Κύριε ελέησον (3)
Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως , αφέσεως των αμαρτιών, πλήρης ιάσεως από κάθε ασθένειαν, ψυχικήν,πνευματική ή σωματικήν, πλήρης καθάρσεως και ελευθέρωσην από κάθε μορφήν κακού, γενομένον από ανθρώπων ή αοράτων δυνάμεων από   των δούλων του Θεού, [ονόματα]  και πάντων των παρακολουθούντων την αγίαν παράκλησην  ταύτην και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον. 
Κύριε ελέησον (3)
Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Αμήν.

Ωδή στ’  «Ιλάσθητί μοι»
Αγία του Θεού πρέσβευε υπέρ ημών
Αιμάτων σου τοις κρουνοίς, Παρασκευή ως κατέσβεσας, της απιστίας το πύρ, ούτω νύν κατάσβεσον, την φλόγαν των νόσων μου, ταις σαις ικεσίαις. και κινδύνων με εξάρπασον.

Αγία του Θεού πρέσβευε υπέρ ημών
Ρεόντων το χαμερπές, Παρασκευή Πανακήρατε, το άστατον και φθαρτόν, παριδείν αξίωσον. σον δούλον πρεσβείαις σου, και αξιωθήναι, θείας δόξης και λαμπρότητος.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Απάσας τας κεφαλάς, των ανομούντων συντρίβεσθαι, υπό τους πόδας ημών, Θεόν καθικέτευε, Μάρτυς, των τιμώντων σου, πόθω την σην Κάραν, ην απέτεμεν ο άνομος.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Συ ούσα το καθαρόν και αγιώτατον Τέμενος, Μαρία του Παντουργού, παράσχου μοι  δάκρυα, ψυχήν καθαρίζοντα, και επάκουσόν μου, της δεήσεως σου δέομαι.

Επίβλεψον μετ’ ευμενίας, Παρασκευή Αθληφόρε, επί τα εμά δεινά πάθη του σώματος, και ίασιν δώρησαι μοι ευχαίς σου.

Eπίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι τής ψυχής μου τό άλγος.

   


«Κοντάκιον»
Προστάτρια Πιστών, Παρασκευή Αθληφόρε, πέλουσα, τοις τη σεπτή Εικόνι σου θερμώς προσπελάζουσιν, ικέτευε Χριστόν τον Νυμφίον σου, δωρηθήναι λύσιν των δεινών, νόσων και θλίψεων, και αμαρτιών πασων την συγχώρησιν.

«Προκείμενον»
Υπομένων υπέμεινα τον Κύριον και προσέσχε μοι, και εισήκουσε της δεήσεώς μου.
«Στίχος»  Και έστησεν επί πέτρας τους πόδας μου, και κατεύθηνε τα διαβήματά μου.

«Ευαγγέλιον»
Έκ του κατά Μάρκον (5, 24-34)
Τω καιρώ εκείνω ηκολούθει τω Ιησού όχλος πολύς, και συνέθλιβον αυτόν.
Και γυνί τις, ούσα εν ρύσει αίματος έτη δώδεκα, και πολλά παθούσα υπό πολλών ιατρών, δαπανήσασα τα παρ’ εαυτής πάντα, και μηδέν ωφεληθείσα, αλλά μάλλον είς το χείρον ελθούσα,
ακούσασα περί του Ιησού, ελθούσα εν τω όχλω όπισθεν, ήψατο του ιματίου αυτού. έλεγε γαρ, ότι καν των ιματίων αυτού άψωμαι, σωθήσομαι.
Και ευθέως εξηράνθη η πηγή του αίματος αυτής, και έγνω τω σώματι, ότι ίαται από της μάστιγος.
Και ευθέως ο Ιησούς επιγνούς εν εαυτώ την εξ αυτού δύναμινεξελθούσαν, επιστραφείς εν τω όχλω, έλεγεν
«Τις μου ήψατο των ιματίων;» Και έλεγον αυτώ οι Μαθηταί αυτού «Βλέπεις τον όχλον συνθλίβοντά σε, και λέγεις, Τις μου ήψατο;» Και περιβλέπετο ιδείν την τούτο ποιήσασαν.
Η δε γυνή, φοβηθείσα και τρέμουσα, ειδυία ό γέγονεν επ’ αυτή, ήλθε, και προσέπεσεν αυτώ, και είπεν αυτώ πάσαν την αλήθειαν.
Ο δε είπεν  αυτή «Θύγατερ, η πίστις σου σέσωκέ σε, ύπαγε εις ειρήνην, και ίσθι υγιής από της μάστιγός σου». 

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Ταις της Αθληφόρου πρεσβείες Ελεήμον, εξάληψον τα πλήθη των εμών εγκλημάτων.
Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Ταις της Θεοτόκου πρεσβείες Ελεήμον, εξάληψον τα πλήθη των εμών εγκλημάτων

«Στίχος»  Ελέησον με, ο Θεός, κατά το μέγα Έλεός Σου, και κατά το πλήθος των οικτιρμών Σου,  εξάλειψον το ανόμημά μου

Μεταβολή παντός κινδύνου, απαλλαγή νόσου παντοίας υπάρχουσα, Παρασκευή Παρθένε, ρύσαι πάντας των δεινών, της των εναντίων κακουχίας, και της των δαιμόνων επηρείας, ταις θείαις σου προς Θεόν δεήσεσι.

    Ο Ιερεύς :  
Σῶσον ὁ Θεός τόν λαόν σου, καί εὐλόγησον τήν κληρονομίαν σου· ἐπίσκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων,  καί κατάπεμψον ἐφ’ ἡμᾶς τά ἐλέη σου τά πλούσια, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου καί ἐνδόξου Προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου· τοῦ ἐν ἁγίοις, Πατρός ἡμῶν Νικολάου ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας, τοῦ θαυματουργοῦ· τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων, τῶν ὁσίων καί Θεοφόρων Πατέρων ἡμῶν· τῶν ἁγίων καί δικαίων Θεοπατόρων Ἰωακείμ καί Ἄννης·  Του Αγίου νεοφανούς μεγαλομάρτυρος Φανουρίου, του Αγίου μεγαλομάρτυρος Εφραίμ, της Οσίας Ειρήνης Χρυσοβαλάντου,Τῶν Ἁγίων Κυπριανού καί Ιουστίνης,της Οσίας Ξενίας εκ Καλαμών , της ἁγίας μεγαλομάρτυρος Παρασκευής, ων την αγίαν παράκληση προς ευλογίαν και θεραπείαν  των ψυχών και των σωμάτων, των ακουόντων την στιγμή τάυτη και των οικογενειών αυτών, από κάθε μορφήν ασθενείας, πόνων βασάνων,μαγείας και  επιθέσεις του πονηρού επιτελέσαμε, καί πάντων σου τῶν Ἁγίων.
 Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὁ Χορός·

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον. (ιβ΄)
Ὁ Ἱερεύς·
Ἐλέει καί οἰκτιρμοῖς καί φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ μεθ’ οὗ εὐλογητός εἶ, σύν τῷ παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός· Ἀμήν.
Ωδή ζ’  «Παίδες Εβραίων»

Αγία του Θεού πρέσβευε υπέρ ημών
Κάραν πάνσεπτον πάντες, της Παρθενομάρτυρος δεύτε Παρασκευής, Πιστοί εν ετησίοις, τιμήσωμεν τοις ύμνοις, ως πηγήν ανεξάντλητον, των ιαμάτων αεί, και θείων δωρημάτων.

Αγία του Θεού πρέσβευε υπέρ ημών
Εορτήν παναισίαν, οι Πιστοί ορθοδόξως τελέσωμεν, φαιδρώς Παρασκευής νυν, την Κάραν προσκυνούντες, και βοώντες εκ πίστεως, πρόφθασον ρύσαι ημάς, λιταίς σου πάσης νόσου.
Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Υπέρ πάσαν ουσίαν, και υπέρ χρυσίον η Κάρα σου διαλάμπουσα, παρέχει σωτηρίαν, τοις πίστει Αθληφόρε, προς αυτήν καταφεύγουσι, και ιατρεύει ψυχών, θανατηφόρους νόσους.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Η Θεόν σαρκοφόρον, Παναγία Παρθένε αποκυήσασα, εκ πάντων αδοκήτων, κινδύνων τον λαόν σου, και εκ νόσων περίσωζε, και αμαρτίας δεσμόν, τάχει λιταίς σου λύσον.

Ωδή η’  «Τον Βασιλέα»

Αγία του Θεού πρέσβευε υπέρ ημών
Στόματι πάντες, και καρδία υμνούμεν, την πανένδοξον Μάρτυρα Κυρίου, ότι αρρωστίας ετύχομεν την λύσιν.

Αγία του Θεού πρέσβευε υπέρ ημών
Εν Ουρανίοις, Παρασκευή Αθληφόρε, τοις σκηνώμασι χορεύουσα των πίστει, σε υμνολογούντων μνημόνευε, Παμμάκαρ.
Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Ρωσθείσα, Μάρτυς, τη ισχυί του Κυρίου, των Τυράννων κατησχύνας τα θράση, θραύσον και νυν πάντων, δεσμούς τυραννουμένων.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Άχραντε μόνη, Ευλογημένη Μαρία, τα δυσίατα ιάτρευσον πάθη, του οικτρού σου δούλου, ίνα σε μακαρίζω.


Ωδή θ’  «Κυρίως Θεοτόκον»

Αγία του Θεού πρέσβευε υπέρ ημών
Φλέξον παρανόμων, Παρασκευή Μάρτυς.περί τω θείω τεχνάσματα άθεα, Πιστούς δε πάντας, θείω αυγάσματι λάμπρυνον.

Αγία του Θεού πρέσβευε υπέρ ημών
Έμπλεως ενθέου, λάμψεως γενέσθαι, τον σον οικέτην νυνί καταξίωσον, ταις προς τον όλον Δεσπότην, λιταίς σου Πάνσεμνε.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Ίνα σε δοξάζω, Παρασκευή πόθω, τας ανιάτους μου νόσους θεράπευσον, και ταις ευχαίς σου τελείαν, ρώσιν παράσχου μοι.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Μόνη Θεοτόκε, ως Αγνή και Μήτηρ, της ακαθάρτου ιλύος με κάθαρον, των ακαθάρτων μωλώπων, και σώσον Δέσποινα.

 Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.
Αίτησαι ειρήνην παρά Θεού, ψυχών σωτηρίαν, και κινδύνων απαλλαγή, θεία Αθληφόρε, Παρασκευή, ευχαίς σου, τοις πίστει ευφημούσι σε και γεραίρουσι.
Πορφυράν εξ αίματος την στολήν, συ περικειμένη, και το στέμμα εν κορυφή, έχουσα ώ Μάρτυς, και την της Παρθενίας, κατέχουσα λαμπάδα ημών μνημόνευε.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η Δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τω σωθήναι ημάς.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρις).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι, καί νῦν, καί ἀεί, καί εἰς τούς αἰὼνας τῶν αἰῶνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρ¬τίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καί Υἱῷ, καί ἁγίῳ Πνεύματι, καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὁ Ἱερεύς·
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

 «Απολυτίκον» Ήχος α’  (Της ερήμου πολίτης)  
Την σπουδήν σου τη κλήσει κατάλληλον, εργασαμένη φερώνυμε, την ομώνυμον σου Πίστην εις κατοικίαν κεκλήρωσαι, Παρασκευή Αθληφόρε, όθεν προχέεις ιάματα, και πρεσβεύεις υπέρ των ψυχών ημών.

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καί ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καί ὀρθοδόξων χριστιανῶν.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καί ἐξουσίας ἐν τῷ κράτει ἡμῶν καί τοῦ φιλοχρίστου ἡμῶν στρατοῦ.
Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καί ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καί παρεπιδημούντων ἐν τῇ χώρα και πόλει ταύτῃ, 

Ἔτι δεόμεθα καί ὑπέρ τῶν ἀδελφῶν ἡμῶν τῶν παρακολουθούντων ή ακουόντων τήν τέλεσιν τῆς ἱερᾶς παρακλήσεως ταύτης προς θεραπείαν και όφελος των ψυχών και των σωμάτων αυτών μετά τῶν οἰκείων αὐτῶν καί τῶν δι’ εὐλόγους αἰτίας ἀπολειφθέντων ἀδελφῶν ἡμῶν. Ὑγείας βοηθείας ὑπέρ αὐτῶν εἴπομεν.
Ἔτι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθῆναι τήν χώρα ημών ,την πόλιν ταύτην καί πᾶσαν πόλιν καί χώραν ἀπό λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλ-λοφύλων, ἐμφυλίου πολέμου καί αἰφνιδίου θανάτου· ὑπέρ τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν ἀγαθόν καί φιλάνθρωπον Θεόν ἡμῶν, τοῦ ἀποστρέψαι καί διασκεδάσαι πᾶσαν ὀργήν καί νόσον τήν καθ’ ἡμῶν κινουμένην καί ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς καί ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καί ἐλεῆσαι ἡμᾶς.

Ὁ χορός μεθ’ ἑκάστην αἴτησιν· Κύριε ἐλέησον (γ΄).

Ὁ Ἱερεύς·

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καί τῶν ἐν θαλάσσῃ μακράν, καί ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπί ταῖς ἁμαρτίαις ἡμῶν καί ἐλέησον ἡμᾶς· ἐλεήμων γάρ καί φιλάνθρωπος Θεός ὑπάρχεις καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός. Ἀμήν.
Ὁ Ἱερεύς εὐλογῶν· Εἰρήνη πᾶσι.
Ὁ χορός· Καί τῷ πνεύματί σου.
Ὁ Ἱερεύς· Τάς κεφαλάς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ χορός.
Σοί Κύριε.
Ἀπόλυσις
Ὁ Ἱερεύς·
Δόξα σοι, Χριστέ ὁ Θεός, ἡ ἐλπίς ἡμῶν, δόξα σοι.

Ὁ Ἀναγνώστης·
Δόξα, καί νῦν, Κύριε, ἐλέησον (γ΄), Πάτερ ἅγιε, εὐλόγησον.
Χριστός ὁ ἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καί παναμώμου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καί θεοφόρων πατέρων ἡμῶν, (τοῦ ἁγίου τῆς ἡμέρας), οὗ καί τήν μνήμην ἐπιτελοῦμεν της Αγίας μεγαλομάρτυρος Παρασκευής καί πάντων τῶν Ἁγίων, ἐλεήσαι καί σώσαι ἡμᾶς, ὠς ἀγαθός καί φιλάνθρωπος καί ἐλεήμων Θεός.



Ήχος β’ (Ότε εκ του ξύλου)
Θύμα τω Δεσπότη και Θεώ, ήχθης, Καλλιπάρθενε, θείον και παναμώμητον, πάσας όθεν ηύφρανας, τας Ουρανίους Αρχάς, και Μακάρων, Αοίδημε, ψυχάς, διό πάντες, πίστει σου δεόμεθα, και πόθω ζέοντι, ρύσαι ταις λιταίς σου εκ νόσων, και παντοδαπών εναντίων, ημάς τους τιμώντας σε Πανεύφημε.
Δέσποινα πρόσδεξαι, τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης  και θλίψεως.
Την πάσαν ελπίδα μου, εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξον με υπό την σκέπην σου. 

Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς. Αμήν.